Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.22 Dem. 49.26 (English) >>Dem. 49.29

49.24οὔτε γὰρ ἂν τοῦτον εὐπορήσανθʼ ἡγεῖτο ἀδικῆσαι αὑτόν, οὔτʼ ἂν αὐτὸς ἀποροῦντα τοῦτον ἔχειν ὁπόθεν εἰσπράξειεν. ἐπειδὴ τοίνυν ἀπῆλθον τε Ἀλκέτας καὶ Ἰάσων, τὰ μὲν στρώματα καὶ τὰ ἱμάτια πάλιν ἀπήνεγκεν Αἰσχρίων ἀκόλουθος τούτου, τὰς δὲ φιάλας τὰς δύο οὐκ ἀπήνεγκεν, ἃς ᾐτήσατο ὅτεπερ καὶ τὰ στρώματα καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἐδανείσατο, ἀφικομένων ὡς τοῦτον Ἀλκέτου καὶ Ἰάσονος.

49.25μέλλων τοίνυν ἀποδημεῖν ὡς βασιλέα, καὶ διαπραξάμενος ἐκπλεῦσαι ὡς βασιλεῖ στρατηγήσων τὸν ἐπʼ Αἴγυπτον πόλεμον, ἵνα μὴ δῷ ἐνθάδε λόγον καὶ εὐθύνας τῆς στρατηγίας, μεταπεμψάμενος τὸν πατέρα τὸν ἐμὸν εἰς τὸ Παράλιον τῶν τε προϋπηργμένων εἰς αὑτὸν ἐπῄνει, 49.26καὶ ἐδεῖτο αὐτοῦ συστήσας Φιλώνδαν, ἄνδρα τὸ μὲν γένος Μεγαρέα, μετοικοῦντα δʼ Ἀθήνησιν, πιστῶς δὲ τούτῳ διακείμενον καὶ ὑπηρετοῦντα ἐν ἐκείνῳ τῷ χρόνῳ, ἐπειδὰν ἀφίκηται ἐκ Μακεδονίας Φιλώνδας, ὃν συνίστη οὗτος τῷ πατρὶ τῷ ἐμῷ, ἄγων ξύλα τὰ δοθέντα τούτῳ ὑπὸ Ἀμύντου, τὸ ναῦλον τῶν ξύλων παρασχεῖν καὶ ἐᾶσαι ἀνακομίσαι τὰ ξύλα εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ τὴν ἐν Πειραιεῖ· αὑτοῦ γὰρ εἶναι τὰ ξύλα. 49.27ἅμα τε τῇ δεήσει εἶπε λόγον, οὐκ ἀκόλουθα ποιεῖ τὰ ἔργα νυνί· ἔφη γάρ, κἂν μὴ τύχῃ ὧν ἐδεῖτο τοῦ πατρός, οὐκ ὀργισθήσεσθαι ὥσπερ ἂν ἄλλος τις ἀποτυχών, ἀλλʼ ὧν αὑτῷ δεηθέντι ὑπηρέτηκεν, τούτων, ἄν ποτε δύνηται, χάριν ἀποδώσειν. ἀκούσας δὲ πατὴρ ἐμὸς ταῦτα ἥσθη τε τοῖς λόγοις, καὶ ἐπῄνει τοῦτον ὅτι μέμνηται εὖ παθών, καὶ ὅσα αὐτοῦ ἐδεῖτο ὑπέσχετο ποιήσειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.22 Dem. 49.26 (English) >>Dem. 49.29

Powered by PhiloLogic